Ancient Greek
Book 2, Chapter 17
Sozomenus, Historia ecclesiastica 2.17.9
Not analysed yet
Οὓς ἐπιμελῶς ἀνέκρινεν Ἀλέξανδρος, τί μὲν αὐτοὺς ἤρετο ἢ ἐποίησεν ὁ τῆς παιδιᾶς ἱερεύς: τί δὲ αὐτοὶ ἀπεκρίναντο ἢ ἐδιδάχθησαν. Ἀνευρὼν δὲ πᾶσαν τὴν ἐκκλησιαστικὴν τάξιν ἀκριβῶς ἐπ’ αὐτοῖς φυλαχθεῖσαν, ἐδοκίμασεν ἅμα τοῖς ἀμφ̓ αὐτὸν ἱερεῦσι βουλευσάμενος, μὴ χρῆναι ἀναβαπτίσαι τοὺς ἅπαξ ἐν ἁπλότητι τῆς θείας χάριτος ἀξιωθέντας. Τὰ δὲ ἄλλα περὶ αὐτοὺς ἐπλήρου, ἃ θέμις μόνους τοὺς ἱερωμένους μυσταγωγοῦντας τελεῖν.