Ancient Greek · ~3 min
2.18.3 to 2.18.4
Sozomenus, Historia ecclesiastica 2.18.3-4
Not analysed yet
οὐκ εἰς μακρὰν ἐρῶ. Ἐν δὲ τῷ τότε, πάλιν πρὸς ἑαυτοὺς ἐστασίαζον οἱ ἐπίσκοποι, ἀκριβολογούμενοι περὶ τὸ ὁμοούσιον ὄνομα. Οἱ μὲν γὰρ, τοὺς τοῦτο προσδεχομένους βλασφημεῖν ᾤοντο, ὡς ὑπάρξεως ἐκτὸς τὸν υἱὸν δοξάζοντας, καὶ τὰ Μοντανοῦ καὶ Σαβελλίου φρονοῦντας: οἱ δ̓ αὖ πάλιν, ὡς Ἑλληνιστὰς τοὺς ἑτέρους ἐξετρέποντο, καὶ πολυθεΐας εἰσάγειν διέβαλλον. Κατετρίβοντο δὲ μάλιστα περὶ τὰ τοιαῦτα, Εὐσέβιός τε ὁ Παμφίλου, καὶ Εὐστάθιος ὁ Ἀντιοχεύς. Ἀμφότεροι μὲν γὰρ τὸν υἱὸν τοῦ Θεοῦ ἐν ὑποστάσει εἶναι ὡμολόγουν: ὥσπερ δὲ ἀλλήλων μὴ ἐπαΐοντες, ἀλλήλους διέβαλλον. Καὶ Εὐστάθιος μὲν ἐπῃτιᾶτο τὸν Εὐσέβιον, εἰς τὰ ἐν Νικαίᾳ δόξαντα περὶ τοῦ δόγματος καινοτομοῦντα: ὁ δὲ, ταῦτα μὲν ἐπαινεῖν φησίν, Εὐσταθίῳ δὲ τὴν Σαβελλίου ὀνειδίζειν δόξαν.