# Historia ecclesiastica 2.2.1-3

Sozomenus, Historia ecclesiastica, 2.2.1 to 2.2.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/2.2.1

Ἀμφὶ δὲ τοῦτον τὸν χῶρον, προθέμενος ὁ βασιλεὺς ναὸν ἐγεῖραι τῷ Θεῷ, προσέταξε τοῖς τῇδε ἄρχουσι, προνοεῖν ὡς ἂν μάλιστα μεγαλοφυὲς καὶ πολυτελὲς ἀποδειχθείη τὸ ἔργον. Ἐν μέρει δὲ καὶ Ἑλένη ἡ αὐτοῦ μήτηρ, δύο ναοὺς ᾠκοδόμησε, τὸν μὲν ἐν Βηθλεὲμ, ἀμφὶ τὸ τῆς γεννήσεως Χριστοῦ σπήλαιον: τὸν δὲ, πρὸς ταῖς ἀκρωρείαις τοῦ ὄρους τῶν Ἐλαιῶν, ὅθεν ἐπὶ τὸν οὐρανὸν ἀνελήφθη. Ταύτης δὲ πολλὰ μὲν καὶ ἄλλα δείκνυσι τὴν εὐσέβειαν καὶ εὐλάβειαν: οὐχ ἥκιστα δὲ καὶ τόδε. Λέγεται γὰρ αὐτὴν τότε ἐν Ἱεροσολύμοις διατρίβουσαν, συγκαλέσαι πρὸς ἑστίασιν τὰς ἱερὰς παρθένους, καὶ ὑπηρέτιν γενέσθαι περὶ τὸ δεῖπνον, παρατιθεῖσαν τὰ ὄψα, καὶ ὕδωρ ταῖς χερσὶν ἐπιχέουσαν, καὶ τ̓ ἄλλα ποιοῦσαν, ἃ θέμις διακονεῖσθαι τοὺς τῶν δαιτυμόνων θεράποντας. Τηνικαῦτα δὲ τὰς πόλεις τῆς ἕω περιϊοῦσα, τὰς μὲν κατὰ πόλιν ἐκκλησίας ἀναθήμασι τοῖς προσήκουσιν ἐτίμησε: πολλοὺς δὲ οὐσιῶν ἐκπεπτωκότας, πλουσίους ἐποίησε: πενομένοις δὲ τὰ ἐπιτήδεια ἀφθόνως διένειμε: τοὺς δὲ χρονίων δεσμῶν καὶ ὑπερορίας φυγῆς καὶ μετάλλων ἠλευθέρωσε. Καί μοι δοκεῖ τούτων ἀξίως ἀπειληφέναι τὰς ἀμοιβάς.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
