Ancient Greek
Book 2, Chapter 20
Sozomenus, Historia ecclesiastica 2.20.1
Not analysed yet
Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, Ἰούλιος μὲν, Μάρκου μετὰ Σίλβεστρον ἐπ’ ὀλίγῳ χρόνῳ ἐπισκοπήσαντος, τὸν ἐν Ῥώμῃ διεῖπε θρόνον. Μάξιμος δὲ μετὰ Μακάριον τὸν Ἱεροσολύμων. Τοῦτον δὲ λόγος ἐπίσκοπον ὑπὸ Μακαρίου χειροτονηθῆναι τῆς ἐν Διοσπόλει ἐκκλησίας: ἐπισχεθῆναι δὲ παρὰ τῶν ἐν Ἱεροσολύμοις κατοικούντων: ὁμολογητὴς γὰρ ὢν, καὶ ἄλλως ἀγαθὸς, τῇ δοκιμασίᾳ τοῦ λαοῦ ὑποψήφιος ἦν μετὰ τὴν τοῦ Μακαρίου τελευτὴν εἰς τὴν ἐνθάδε ἐπισκοπήν.