# Historia ecclesiastica 2.21.1-4

Sozomenus, Historia ecclesiastica, 2.21.1 to 2.21.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/2.21.1

Ἐν τούτῳ δὲ, Αἰγυπτίοις οὔπω τέλος εἶχεν ἡ ἐξ ἀρχῆς αὐτοῖς πρὸς ἀλλήλους κινηθεῖσα φιλονεικία. Ἐπεὶ γὰρ ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν, ἡ μὲν Ἀρειανὴ αἵρεσις παντάπασιν ἀπεκηρύχθη, οἱ δὲ τὰ Μελιτίου φρονοῦντες ἐπὶ τοῖς εἰρημένοις ἐδέχθησαν, ἐπανελθόντι Ἀλεξάνδρῳ εἰς Αἴγυπτον, παρέδωκε Μελίτιος τὰς ἐκκλησίας, ἃς παρανόμως ὑφ̓ ἑαυτὸν ἐποιήσατο, καὶ ἐν τῇ Λυκῷ διῆγε. Μετ̓ οὐ πολὺ δὲ μέλλων τὸν βίον καταλιμπάνειν, Ἰωάννην τινὰ τῶν αὐτῷ συνήθων, παρὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, κατέστησεν ἀντ̓ αὐτοῦ, καὶ πάλιν αἴτιος ἀταξίας ταῖς ἐκκλησίαις ἐγένετο. Ἰδόντες δὲ οἱ Ἀρείου τοὺς Μελιτίου νεωτερίζοντας, συνετάραττον καὶ αὐτοὶ τὰς ἐκκλησίας. Οἷα γὰρ φιλεῖ ἐν ταῖς τοιαύταις ταραχαῖς, οἱ μὲν τὴν Ἀρείου δόξαν ἐθαύμαζον: οἱ δὲ ἐδικαίουν, τοὺς ὑπὸ Μελιτίου χειροτονηθέντας χρῆναι τῶν ἐκκλησιῶν ἡγεῖσθαι, καὶ τούτοις προσετίθεντο. Πρότερον δὲ διαφερόμενοι πρὸς ἑαυτοὺς ἑκάτεροι, ὡς εἶδον τὸ πλῆθος ἑπόμενον τοῖς ἱερεῦσι τῆς καθόλου ἐκκλησίας, εἰς φθόνον κατέστησαν. Καὶ πρὸς ἀλλήλους ἐσπείσαντο, καὶ κοινὴν τὴν ἔχθραν ἀνεδέξαντο πρὸς τὸν κλῆρον Ἀλεξανδρείας. Ἐπιμίξ τε πρὸς οὓς διελέγοντο, τὰ ἐγκλήματα προέφερον, καὶ τὰς ἀπολογίας ἐποιοῦντο ἐπὶ τοσοῦτον, ὡς προϊόντος τοῦ χρόνου, Μελιτιανοὺς ἐν Αἰγύπτῳ παρὰ τῶν πολλῶν ὀνομάζεσθαι τοὺς τὰ Ἀρείου φρονοῦντας: καίτοι γε προστασίας μόνης ἕνεκεν ἐκκλησιῶν διεφέροντο: Ἀρειανοὶ δὲ ὁμοίως Ἀρείῳ περὶ Θεοῦ ἐδόξαζον.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
