# Historia ecclesiastica 2.22.2-7

Sozomenus, Historia ecclesiastica, 2.22.2 to 2.22.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/2.22.2

Ἐπιστοῦντο δὲ ἀληθεῖς εἶναι τὰς κατ̓ αὐτοῦ διαβολὰς, πολλοὶ τῶν μετὰ Ἰωάννου ἐπισκόπων καὶ κληρικῶν, συνεχῶς βασιλεῖ προσιόντες, ὀρθοδόξους τε σφᾶς εἶναι λέγοντες, καὶ φόνων καὶ δεσμῶν καὶ πληγῶν ἀδίκων καὶ τραυμάτων καὶ ἐμπρησμῶν ἐκκλησιῶν κατηγοροῦντες αὐτοῦ καὶ τῶν ὑπ’ αὐτὸν ἐπισκόπων. Ἐπεὶ δὲ καὶ Ἀθανάσιος ἐδήλωσε τῷ βασιλεῖ, παρανόμους χειροτονίας ἐγκαλῶν τοῖς ἀμφὶ τὸν Ἰωάννην, καὶ νεωτερισμὸν τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ πίστιν οὐχ ὑγιᾶ, καὶ στάσεις καὶ ὕβρεις κατὰ τῶν ὀρθῶς περὶ Θεοῦ δοξαζόντων, οὐκ εἶχε λοιπὸν ὅτῳ πιστεύσειεν ὁ Κωνσταντῖνος. Τοιαῦτα δὲ αὐτῶν ἐγκαλούντων ἀλλήλοις, καὶ πολλάκις πολλῶν κατηγόρων ἑκατέρωθεν ὀχλούντων, ἐπεὶ σφόδρα αὐτῷ ἔμελε τῆς ὁμονοίας τῶν λαῶν, γράφει Ἀθανασίῳ, μηδένα τῆς ἐκκλησίας εἴργεσθαι. Εἰ δὲ τοῦτο καὶ εἰς ὕστερον μηνυθείη, πέμπειν ἀμελητὶ τὸν ἐξελάσοντα αὐτὸν τῆς Ἀλεξανδρέων πόλεως. Εἴτῳ δὲ φίλον καὶ αὐτῇ τῇ τοῦ βασιλέως ἐντυχεῖν ἐπιστολῇ, ὧδε ἔχει τὸ περὶ τούτου μέρος. Ἔχων τοίνυν τῆς ἐμῆς βουλήσεως τὸ γνώρισμα, πᾶσι τοῖς βουλομένοις εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν, ἀκώλυτον παράσχου τὴν εἴσοδον. Ἐὰν γὰρ γνῶ ὡς κεκώλυκας αὐτῶν τινὰς τῆς ἐκκλησίας μεταποιουμένους, ἢ ἀπείρξας τῆς εἰσόδου, ἀποστελῶ παραχρῆμα τὸν καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως, καὶ τῶν τόπων μεταστήσοντα. Ἐπεὶ δὲ γράφων Ἀθανάσιος καὶ τὸν βασιλέα ἔπειθε, μὴ μεταδοτέον κοινωνίας τοῖς Ἀρείου πρὸς τὴν καθόλου ἐκκλησίαν, συνιδὼν Εὐσέβιος ὡς οὐκ ἐπιτεύξεται τοῦ σκοποῦ, Ἀθανασίου τἀναντία σπουδάζοντος, ᾠήθη δεῖν πάσῃ μηχανῇ ἐκποδὼν αὐτὸν ποιῆσαι. Πρόφασιν δὲ μὴ ἔχων ἱκανὴν πρὸς τοσαύτην ἐπιβουλὴν, ὑπέσχετο τοῖς Μελιτίου, συλλαμβάνεσθαι πρὸς βασιλέα καὶ τοὺς ἀμφ̓ αὐτὸν δυναμένους, ἢν ἐθέλωσιν Ἀθανασίου κατηγορεῖν. Ἐντεῦθέν τε πρώτην ὑπομένει γραφὴν, ὡς χιτωνίων λινῶν φόρον ἐπιτιθεὶς Αἰγυπτίοις, καὶ παρὰ τῶν κατηγόρων τοιοῦτον δασμὸν εἰσπραξάμενος. Παρατυχόντες δὲ αὐτόθι Ἄπις καὶ Μακάριος, πρεσβύτεροι τῆς Ἀλεξανδρέων ἐκκλησίας, ψευδῆ τὴν κατηγορίαν ἐσπούδασαν διελέγξαι.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
