Ancient Greek
2.23.5 to 2.23.6
Sozomenus, Historia ecclesiastica 2.23.5-6
Not analysed yet
προμαθόντες γὰρ τὴν ἄφιξιν τοῦ διακόνου, μετέστησαν τοῦτον εἰς τὴν κάτω Αἴγυπτον. Παραλαβὼν δὲ τὸν Πατρίνην, ἤγαγεν εἰς Ἀλεξάνδρειαν: ἅμα δὲ καὶ Ἠλίαν, ἕνα τῶν αὐτῷ συνόντων, ὃς ἐλέγετο τὸν Ἀρσένιον ἑτέρωθι μεταστῆσαι. Ἄμφω τε προσαχθέντες τῷ ἄρχοντι τῶν ἐν Αἰγύπτῳ στρατιωτικῶν ταγμάτων, ὡμολόγησαν ἐν ζῶσιν εἶναι Ἀρσένιον: λαθεῖν δὲ παῤ αὐτοῖς πρότερον κρυπτόμενον, καὶ νῦν ἐν Αἰγύπτῳ διάγειν. Ταῦτα οὕτω συμβάντα, δῆλα γενέσθαι Κωνσταντίνῳ ἐσπούδασεν Ἀθανάσιος. Τῷ δὲ βασιλεὺς ἀντέγραψεν, ἔχεσθαι τῆς ἱερωσύνης ἐπιμελῶς, καὶ τῆς τοῦ λαοῦ εὐταξίας καὶ εὐσεβείας προνοεῖν: παῤ οὐδὲν δὲ ἡγεῖσθαι τὰς τῶν Μελιτιανῶν ἐπιβουλὰς, ὡς καὶ αὐτοῦ εὖ εἰδότος, φθόνον αὐτοὺς ἐγείρειν εἰς τοιαύτας ψευδεῖς καὶ πεπλασμένας γραφὰς,