Ancient Greek
2.24.3 to 2.24.4
Sozomenus, Historia ecclesiastica 2.24.3-4
Not analysed yet
Τούτους δὲ τοὺς κρατῆρας καὶ Ἐμπεδοκλῆς ἱστόρησεν, ἀνὴρ λαμπρῶς παῤ Ἕλλησι φιλοσοφήσας, καὶ ἐν ἔπεσιν ἡρῴοις τὴν ἐπιστήμην πραγματευσάμενος: διαπορούμενος δὲ περὶ τῆς ἀναδόσεως τοῦ πυρὸς, ἢ τούτῳ τῷ τρόπῳ ἄμεινον ἀποθανεῖν δοκιμάσας, ἢ, τόγε ἀληθέστερον εἰπεῖν, οὐδὲ αὐτὸς ἴσως εἰδὼς οὗ χάριν πρὸ καιροῦ τὴν τοιαύτην εὗρεν ἑαυτῷ τοῦ βίου ἀπαλλαγὴν, ἥλατο εἰς τὸ πῦρ, καὶ διεφθάρη. Οὐ μὴν ἀλλὰ καὶ Δημόκριτος ὁ Κῶος πλείστας ἱστόρησε πόλεις, ἀέρα τε, καὶ χώρας, καὶ ἔθνη: καὶ ἐπὶ ἔτεσιν ὀγδοήκοντα διαγαγεῖν ἐπὶ ξένης αὐτός που περὶ ἑαυτοῦ φησίν. Ἄλλοι τε ἐπὶ τούτοις μυρίοι τῶν παῤ Ἕλλησι σοφῶν, ἀρχαῖοι καὶ νεώτεροι,