# Historia ecclesiastica 2.24.6-8

Sozomenus, Historia ecclesiastica, 2.24.6 to 2.24.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/2.24.6

Τοὺς δὲ παῖδας νέους ὄντας οἰκτείραντες ἐζώγρησαν, καὶ βασιλεῖ τῷ ἑαυτῶν προσήγαγον. Ὁ δὲ, τὸν μὲν νεώτερον οἰνοχόον κατέστησε: μείζονα δὲ τῆς αὐτοῦ οἰκίας τὸν Φρουμέντιον, καὶ τῶν χρημάτων ἐπίτροπον: ἔγνω γὰρ αὐτὸν ἐχέφρονα, καὶ διοικεῖν ἱκανώτατον. Ἐπὶ πολὺν δὲ χρόνον χρησίμους σφᾶς καὶ πιστοὺς παρασχομένους, τελευτῶν ἐπὶ παιδὶ καὶ γαμετῇ, ἐλευθερίᾳ τῆς εὐνοίας αὐτοὺς ἠμείψατο, καὶ ᾗ βούλοιντο διάγειν ἐπέτρεψε. Καὶ οἱ μὲν εἰς Τύρον πρὸς τοὺς οἰκείους ἐπανελθεῖν ἐσπούδαζον: ἔτι δὲ τοῦ βασιλέως υἱοῦ νέου κομιδῆ ὄντος, ἐδεήθη ἡ τούτου μήτηρ, ἐπ’ ὀλίγον χρόνον περιμεῖναι ἄμφω τὴν βασιλείαν ἐπιτροπεύοντας, ἄχρις ἂν ὁ παῖς ἀνδρωθείη. Ἀντιβολοῦσαν δὲ τὴν βασιλίδα ᾐδέσθησαν: καὶ τὰ βασίλεια καὶ τὴν ἡγεμονίαν Ἰνδῶν διῴκουν. Ὁ δὲ Φρουμέντιος, θείαις ἴσως προτραπεὶς ἐπιφανείαις, ἢ καὶ αὐτομάτως τοῦ Θεοῦ κινοῦντος, ἐπυνθάνετο εἴ τινες εἶεν Χριστιανοὶ παῤ Ἰνδοῖς, ἢ Ῥωμαῖοι τῶν εἰσπλεόντων ἐμπόρων. Ἐπιμελῶς δὲ τούτους ἀναζητῶν, μετεκαλεῖτο πρὸς ἑαυτόν: ἀμφαγαπάζων τε καὶ φιλοφρονούμενος, εὐχῆς ἕνεκεν συνιέναι ἐποίει, καὶ ᾗ Ῥωμαίοις ἔθος ἐκκλησιάζειν: καὶ διὰ πάντων προὐτρέπετο τὸ θεῖον πρεσβεύειν, εὐκτηρίους οἴκους οἰκοδομήσας.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
