Ancient Greek · ~5 min
2.25.14 to 2.25.18
Sozomenus, Historia ecclesiastica 2.25.14-18
Not analysed yet
Ὁ δὲ, λογισάμενος οὐκ ἀκίνδυνον αὐτῷ διατρίβειν ἐν Τύρῳ, οὔτε ἀσφαλὲς δικάσασθαι πρὸς πλῆθος κατηγόρων παρὰ δικασταῖς ἐχθροῖς, φεύγει εἰς Κωνσταντινούπολιν. Καταδικάζουσι δὲ αὐτῷ ἐρήμην ἡ σύνοδος, καὶ καθαιροῦσι τῆς ἐπισκοπῆς: καὶ ψηφίζονται αὐτὸν μηκέτι τὴν Ἀλεξάνδρειαν οἰκεῖν, ἵνα μὴ, φησὶ, θορύβους καὶ στάσεις παρὼν ἐργάζηται. Ἰωάννην δὲ καὶ τοὺς σὺν αὐτῷ πάντας, ὡς οὐ δικαίως κακῶς παθόντας, εἰς κοινωνίαν προσίενται, καὶ τὸ ἐν τῷ κλήρῳ ἀξίωμα ἑκάστῳ διέδωκαν. Δηλοῦσι δὲ τὰ πεπραγμένα τῷ βασιλεῖ, καὶ γράφουσι τοῖς πανταχῆ ἐπισκόποις, μὴ μεταδοῦναι αὐτῷ κοινωνίας, μήτε γράφειν, μήτε παῤ αὐτοῦ γράμματα δέχεσθαι, ὡς ἐληλεγμένου ἐν οἷς διήκουσαν, καὶ διὰ τῆς φυγῆς καὶ ἐπὶ ταῖς μὴ ἀγωνισθείσαις γραφαῖς ἁλόντος. Ἐδήλουν δὲ διὰ τῆς ἐπιστολῆς, ἐπὶ τοιαύτην προῆχθαι ψῆφον: πρῶτον μὲν ὅσον χαλεπαίνοντες, καθότι τοῦ βασιλέως προστάξαντος ἐν τῷ παρελθόντι ἐνιαυτῷ, συνελθεῖν αὐτοῦ χάριν εἰς Καισάρειαν τοὺς ἀνὰ τὴν ἕω ἐπισκόπους, οὐκ ἀπήντησεν, ἐπὶ μακρῷ χρόνῳ ταλαιπωρουμένην τὴν σύνοδον ἰδὼν, καὶ τῶν τοῦ κρατοῦντος προσταγμάτων καταφρονήσας. Πλειόνων δὲ συνελθόντων εἰς Τύρον, ἅμα πλήθει ἀφίκετο, καὶ ταραχὰς καὶ θορύβους ἐνεποίει τῇ συνόδῳ: πῆ μὲν τὰς ἀπολογίας ἀποκρουόμενος, πῆ δὲ τῶν ἐπισκόπων ἕκαστον προπηλακίζων: ἄλλοτε δὲ καλούμενος ὑπ’ αὐτῶν, μὴ ὑπακούων: ποτὲ δὲ κρίνεσθαι μὴ ἀξιῶν.