# Historia ecclesiastica 2.25.2-7

Sozomenus, Historia ecclesiastica, 2.25.2 to 2.25.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/2.25.2

Μετὰ δὲ ταῦτα σφοδρότερον βιασθεὶς, ἧκεν εἰς Τύρον. Ἔνθα δὴ συνελθόντες πολλοὶ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων, ἐκέλευον αὐτὸν τὰς εὐθύνας ὑπέχειν τῶν κατηγορουμένων. Κατηγόρουν δὲ αὐτοῦ, τοῦ μέρους Ἰωάννου, Καλλίνικος ἐπίσκοπος, καὶ Ἰσχυρίων τις, ὅτι μυστικὸν ποτήριον συνέτριψε, καὶ ἐπισκοπικὸν καθεῖλε θρόνον: καὶ Ἰσχυρίωνα τοῦτον πρεσβύτερον ὄντα, πολλάκις καθεῖρξε, καὶ συκοφαντήσας πρὸς Ὑγῖνον τὸν Αἰγύπτου ὕπαρχον ὡς βασιλικὰς εἰκόνας λιθάσαντα, δεσμωτήριον οἰκεῖν παρεσκεύασε: Καλλίνικον δὲ ὡς ἐπίσκοπον ὄντα ἐν Πηλουσίῳ τῆς καθόλου ἐκκλησίας, καὶ μετὰ Ἀλεξάνδρου συναγόμενον, καθεῖλεν: ὅτι γέ, φησι, παρῃτεῖτο κοινωνεῖν αὐτῷ, εἰ μὴ πεισθείη περὶ τοῦ συντετρίφθαι ὑπονοουμενου μυστικοῦ ποτηρίου: Μάρκῳ δέ τινι πρεσβυτερίου ἀφῃρημένῳ τὴν Πηλουσίου ἐκκλησίαν ἐπέτρεψεν: αὐτὸν δὲ Καλλίνικον στρατιωτικῆς φρουρᾶς καὶ αἰκισμῶν καὶ δικαστηρίων πειραθῆναι ἐποίησε. Καὶ Εὔπλους δὲ καὶ Παχώμιος, καὶ Ἰσαὰκ καὶ Ἀχιλλᾶς καὶ Ἑρμαίων, τῶν ἀμφ̓ Ἰωάννην ἐπίσκοποι, πληγῶν αὐτοῦ κατηγόρουν. Κοινῇ δὲ πάντες, ὡς δἰ ἐπιορκίας τινῶν εἰς τὴν ἐπισκοπὴν παρῆλθεν, ὑποθεμένων πάντων μηδένα χειροτονεῖν, πρὶν τὰ ἐν αὐτοῖς ἐγκλήματα διαλύσωσιν: ἀποστῆναι δὲ διὰ τοῦτο αὐτοὺς ἀπατηθέντας, τῆς πρὸς αὐτὸν κοινωνίας: τὸν δὲ μὴ ἀξιῶσαι πεῖσαι, ἀλλὰ βιάζεσθαι, καὶ δεσμωτηρίοις αὐτοὺς ἐμβαλεῖν. Ἐπὶ τούτοις τε καὶ τὰ κατ̓ Ἀρσένιον ἀνεκινεῖτο. Καὶ οἷα φιλεῖ ἐν σπουδαζομέναις ἐπιβουλαῖς, ἀπροσδόκητοι καὶ τῶν νομιζομένων φίλων ἀνεφύοντο κατήγοροι. Καὶ γραμματεῖον ἀνεγινώσκετο δημοτικῶν ἐκβοήσεων, ὡς τῶν ἀνὰ τὴν Ἀλεξάνδρειαν λαῶν δἰ αὐτὸν ἐκκλησιάζειν μὴ ἀνεχομένων.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
