# Historia ecclesiastica 2.25.9-11

Sozomenus, Historia ecclesiastica, 2.25.9 to 2.25.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/2.25.9

Ἑκατέρα δὲ γραφὴ γελοία ἐφωράθη, καὶ συκοφαντίας ἀνάπλεως. Ἐπεὶ γὰρ συνειλεγμένων ἐπισκόπων κατηγόρει ταῦτα ἡ γυνὴ, παρεστὼς Ἀθανασίῳ Τιμόθεος Ἀλεξανδρεὺς πρεσβύτερος, ὡς αὐτοῖς λάθρα συνεδόκει, ὑπολαβὼν πρὸς τὸ γύναιον, Ἐγώ σε, ἔφη, ἐβιασάμην, ὦ γύναι; ἡ δὲ, Ἀλλ̓ οὐ σύ; καιρὸν λέγουσα καὶ τόπον ἐν ᾧ δῆθεν βεβίαστο. Ἀρσένιον δὲ εἰς μέσον παρήγαγε, καὶ ἀμφοτέρας ἀρτίους αὐτοῦ χεῖρας ἀπέδειξε τοῖς δικασταῖς: καὶ ἐδεῖτο αὐτῶν, εὐθύνας ὑπέχειν τοὺς κατηγόρους οὗ ἐπεφέροντο βραχίονος. Ἔτυχε γὰρ Ἀρσένιος οὗτος, ἢ θειόθεν ἐλαυνόμενος, ἢ, ὡς λέγεται, ὑπὸ τῶν ἐπιβούλων Ἀθανασίου κρυπτόμενος, ἀναγγείλαντός του δἰ αὐτὸν κινδυνεύειν τὸν ἐπίσκοπον, ἀποδρὰς νύκτωρ, καὶ πρὸ μιᾶς τοῦ δικαστηρίου κατάρας εἰς Τύρον. Ἑκατέρου δὲ ἐγκλήματος ὧδε λυθέντος, ὡς μηδὲν ἀπολογίας προσδεηθῆναι, τὸ μὲν πρῶτον, ὡς οἶμαι, ἐπὶ προφάσει δῆθεν τοῦ μὴ χρῆναι οὕτως αἰσχρὸν καὶ γελοιῶδες πρᾶγμα ἐπὶ συνόδου ἀναγράφεσθαι, οὐκ ἐμφέρεται τοῖς πεπραγμένοις.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
