Ancient Greek · ~3 min
2.27.11 to 2.27.13
Sozomenus, Historia ecclesiastica 2.27.11-13
Not analysed yet
Ταύτης τῆς πίστεως τὴν γραφὴν, οἱ μὲν ἔλεγον τεχνικῶς συγκεῖσθαι, καὶ τὸ δοκεῖν τοῖς ῥητοῖς διαλλάσσειν, συμφέρεσθαι δὲ καὶ οὕτως τοῖς Ἀρείου δόγμασι κατὰ τὴν ἐκδοχὴν τῶν ὀνομάτων, ἄδειαν παρεχόντων ἐπαμφοτερίζειν, καὶ πρὸς ἑκατέραν διάνοιαν ταῦτα ἐκλαμβάνειν. Ὑπολαβὼν δὲ ὁ βασιλεὺς παραπλήσια δοξάζειν Ἄρειόν τε καὶ Εὐζώϊον τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν, ἥσθη τῷ πράγματι. Οὐ μὴν ἑαυτῷ ἐπέτρεψεν, εἰς κοινωνίαν αὐτοὺς δέξασθαι, πρὸ κρίσεως καὶ δοκιμασίας τῶν τούτου κυρίων, κατὰ τὸν νόμον τῆς ἐκκλησίας. Πέμπει δὲ αὐτοὺς πρὸς τοὺς ἐν Ἱεροσολύμοις τότε συνελθόντας ἐπισκόπους, γράψας σκοπηθῆναι αὐτῶν τὴν ἔκθεσιν τῆς πίστεως: φιλάνθρωπον δὲ ψῆφον ἐνεγκεῖν ἐπ’ αὐτοῖς τὴν σύνοδον, ἤν τε ὀρθῶς φανεῖεν δοξάζοντες καὶ φθόνου χάριν ἐπιβουλευθέντες, ἤν τε μηδὲν ἔχοντες μέμφεσθαι τοῖς ἤδη ἐπ’ αὐτοῖς κεκριμένοις, μεταμεληθεῖεν.