# Historia ecclesiastica 2.27.4-6

Sozomenus, Historia ecclesiastica, 2.27.4 to 2.27.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/2.27.4

Ἐντεῦθεν ὁ βασιλεὺς οἰκειότατα διετέθη περὶ τὸν πρεσβύτερον τοῦτον: καὶ παρρησίας αὐτῷ μεταδοὺς, καὶ κοινωσάμενος περὶ ὧν ἐνετείλατο ἡ ἀδελφὴ, ᾠήθη χρῆναι πάλιν πειρασθῆναι τῶν κατὰ τὸν Ἄρειον: ὡς εἰκὸς, ὑποτοπήσας ἀληθεῖς εἶναι τὰς διαβολὰς, ἢ τῇ ἀδελφῇ χαριζόμενος. Οὐκ εἰς μακράν τε μετεκαλέσατο Ἄρειον ἀπὸ τῆς φυγῆς, καὶ γραφὴν ἐκέλευσεν ἐκδοῦναι ὧν πιστεύει περὶ Θεοῦ. Ὁ δὲ, τὸ καινὸν ἐκκλίνας ὧν πρότερον εὗρεν ὀνομάτων, ἑτέραν ὕφανεν ἔκθεσιν, ἁπλοῖς ῥητοῖς καὶ ἐγνωσμένοις ταῖς ἱεραῖς βίβλοις χρησάμενος: καὶ ὅρκον ὤμοσεν, ἢ μὴν ὧδε πιστεύειν, καὶ κατὰ νοῦν ταῦτα φρονεῖν, καὶ μηδὲν ἕτερον ἐννοεῖν παρὰ ταῦτα. Ἔχει δὲ ὧδε. Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν Κωνσταντίνῳ, Ἄρειος καὶ Εὐζώϊος πρεσβύτεροι. Καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα βασιλεῦ, ἐκτιθέμεθα τὴν ἑαυτῶν πίστιν ἐγγράφως: ὁμολογοῦμεν ἐπὶ Θεοῦ οὕτω πιστεύειν, καὶ αὐτοὶ καὶ πάντες οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
