Ancient Greek · ~2 min
2.27.8 to 2.27.9
Sozomenus, Historia ecclesiastica 2.27.8-9
Not analysed yet
Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων εὐαγγελίων, λέγοντος τοῦ Κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Εἰ δὲ μὴ ταῦτα οὕτω πιστεύομεν, καὶ ἀποδεχόμεθα ἀληθῶς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὡς πᾶσα ἡ καθολικὴ ἐκκλησία καὶ αἱ ἅγιαι γραφαὶ διδάσκουσιν, ὡς κατὰ πάντα πιστεύομεν, κριτὴς ἡμῶν ἔσται ὁ Θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ.