Ancient Greek · ~4 min
2.30.1 to 2.30.3
Sozomenus, Historia ecclesiastica 2.30.1-3
Not analysed yet
Καὶ γὰρ καὶ αὐτὸς Ἄρειος, ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐσεβίου δὲ κοινωνὸς, κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου Κωνσταντίνου τοῦ Αὐγούστου, ἀπαιτούμενος ἐγγράφως εἰπεῖν τὴν ἑαυτοῦ πίστιν, ἔγραψεν ὁ δόλιος, κρύπτων τὰς ἀναιδεῖς δυσσεβείας λέξεις, ὑποκρινόμενος καὶ αὐτὸς ὡς ὁ διάβολος, τὰ τῶν γραφῶν ῥήματα ἁπλᾶ καὶ ὥς ἐστι γεγραμμένα. Εἶτα λέγοντος τοῦ μακαρίου Κωνσταντίνου, Εἰ μηδὲν ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός: ἀμυνεῖται γὰρ ἐπιορκήσαντά σε αὐτὸς ὁ κύριος: ὤμοσεν ὁ ἄθλιος, μήτε ἔχειν μήτε ἄλλα παρὰ τὰ νῦν γραφέντα φρονεῖν, κἂν εἰρῆσθαι πώποτε εἴη παῤ αὐτοῦ. Ἀλλ̓ εὐθὺς ἐξελθὼν, ὥσπερ δίκην δοὺς, κατέπεσε: καὶ πρηνὴς γενόμενος, ἐλάκησε μέσος. Πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος, θάνατός ἐστιν: καὶ οὐ δεῖ τινὸς ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾖ ὁ τελευτήσας, ἀδήλου ὄντος μὴ ἕως ἑσπέρας καὶ αὐτὸν τοῦτο καταλάβῃ. Τὸ δὲ τέλος Ἀρείου, ἐπειδὴ οὐχ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήσεώς ἐστιν ἄξιον.