Ancient Greek · ~2 min
2.30.6 to 2.30.7
Sozomenus, Historia ecclesiastica 2.30.6-7
Not analysed yet
Ὧδε μὲν Ἄρειον ἀποθανεῖν παρειλήφαμεν. Λόγος οὖν ἐπὶ πολλῷ χρόνῳ μηδένα χρήσασθαι τῇ καθέδρᾳ ἐφ̓ ᾗ τέθνηκεν: οἷα δὲ εἰς δημόσιον χῶρον διὰ τὴν χρείαν ὀχλουμένων, ὡς φιλεῖ ἐν πλήθει γίνεσθαι, καὶ παρακελευομένων ἀλλήλοις τῶν εἰσιόντων φυλάττεσθαι τὴν καθέδραν, ἀποτρόπαιος ἦν καὶ τοῖς μετὰ ταῦτα ὁ τόπος, ὡς ἀσεβείας ποινὰς αὐτόθι δεδωκότος Ἀρείου. Χρόνῳ δὲ ὕστερον, τῶν τὰ αὐτοῦ φρονούντων τὶς πλούσιός τε ἐν δυνάμει, σπουδῇ χρησάμενος, ἐπρίατο τοῦτον τὸν τόπον παρὰ τοῦ δημοσίου, καὶ οἰκίαν κατεσκεύασε, καθελὼν τὴν προτέραν ὄψιν, ὥστε λήθην γενέσθαι τῷ δήμῳ, καὶ μὴ τῇ διαδοχῇ τῆς τοιαύτης ἀναμνήσεως, τὸν Ἀρείου θάνατον κωμῳδεῖσθαι.