Ancient Greek · ~2 min
Book 2, Chapter 33
Sozomenus, Historia ecclesiastica 2.33.2
Not analysed yet
Καὶ διὰ μὲν τὸ πολύστιχον τῆς γραφῆς, μὴ τὸ πᾶν ὑποτάξαι βιβλίον ἐδήλωσαν: ῥητὰ δέ τινα ἐνέθηκαν τῇ αὐτῶν ἐπιστολῇ, πρὸς ἔλεγχον τοῦ δοξάζειν αὐτὸν τάδε. Ἐλέγετο δὲ πρός τινων, ταῦτα ὡς ἐν ζητήσει εἰρῆσθαι Μαρκέλλῳ, καὶ ὡς ὡμολογημένα διαβεβλῆσθαι καὶ αὐτῷ τῷ βασιλεῖ παρὰ τῶν ἀμφὶ τὸν Εὐσέβιον: καθότι ὑπερφυῶς ἐχαλέπαινον αὐτῷ, μήτε ἐν τῇ κατὰ Φοινίκην συνόδῳ συντεθειμένῳ τοῖς ὑπ’ αὐτῶν ὁρισθεῖσι, μήτε ἐν Ἱεροσολύμοις ἐπὶ Ἀρείῳ, μήτε τῆς ἀφιερώσεως τοῦ μεγάλου μαρτυρίου μετασχόντι, δἰ ἀποφυγὴν τῆς πρὸς αὐτοὺς κοινωνίας.