Ancient Greek · ~2 min
Book 2, Chapter 34
Sozomenus, Historia ecclesiastica 2.34.4
Not analysed yet
Ἐπιτευκτικὸς δὲ, ὡς οὐκ οἶδ̓ εἴτις ἕτερος, ἐν οἷς ἐπεχείρησεν: ἄνευ γὰρ Θεοῦ, ἐμοὶ δοκεῖν, οὐκ ἐπεχείρει. Ὅς γε πολέμων τε τῶν ἐπ’ αὐτῷ συμβάντων πρός γε Γότθους καὶ Σαυρομάτας περιεγένετο, καὶ τὴν πολιτείαν πρὸς τὸ δόξαν αὐτῷ οὕτω ῥᾳδίως μετεσχημάτισεν, ὡς ἑτέραν καταστῆσαι βουλὴν, καὶ βασιλίδα πόλιν τὴν ἐπώνυμον αὐτῷ. Τὴν δὲ Ἑλληνικὴν θρησκείαν ἅμα τε ἐπεχείρησε, καὶ ἐν ὀλίγῳ καθεῖλεν, ὑπό τε ἀρχόντων τε καὶ ἀρχομένων ἐκ τοσούτου χρόνου σπουδασθεῖσαν.