Ancient Greek · ~3 min
2.5.7 to 2.5.9
Sozomenus, Historia ecclesiastica 2.5.7-9
Not analysed yet
Ἐξ ἐκείνου δῆμοι καὶ πόλεις, ἑκοντὶ τῆς προτέρας μετέθεντο γνώμης: ἡνίκα δὴ τὸ ἐπίνειον τῆς Γαζαίων πόλεως, ὃν Μαϊουμᾶν προσαγορεύουσιν, εἰσάγαν δεισιδαιμονοῦν, καὶ τὰ ἀρχαῖα πρὸ τούτου θαυμάζον, εἰς Χριστιανισμὸν ἀθρόον πανδημεὶ μετέβαλε. Ἀμειβόμενος δὲ αὐτοὺς τῆς εὐσεβείας ὁ βασιλεὺς πλείστης τιμῆς ἠξίωσε, καὶ πόλιν οὐ πρότερον ὂν τὸ χωρίον ἀπέφῃνε, καὶ Κωνσταντίαν ἐπωνόμασε: τῷ τιμιωτάτῳ τῶν παίδων γεραίρων τὸν τόπον διὰ τὴν θρησκείαν. Ἐκ τοιαύτης δὲ αἰτίας, καὶ Κωνσταντίναν τὴν παρὰ Φοίνιξιν ἔγνων ἐπιγράψασθαι τὴν τοῦ βασιλέως ἐπωνυμίαν. Ἀλλὰ γὰρ ἕκαστα συγγράφειν οὐκ εὐχερές: πλεῖσται γὰρ δὴ καὶ ἄλλαι πόλεις τηνικαῦτα πρὸς τὴν θρησκείαν ηὐτομόλησαν, καὶ αὐτόματοι, βασιλέως μηδὲν ἐπιτάττοντος, τοὺς παῤ αὐτοῖς ναοὺς καὶ ξόανα καθεῖλον, καὶ εὐκτηρίους οἴκους ᾠκοδόμησαν.