Ancient Greek · ~4 min
2.7.2 to 2.7.4
Sozomenus, Historia ecclesiastica 2.7.2-4
Not analysed yet
Συμβὰν δὲ μειράκιον ἐνταῦθα δεινῶς ἀσθενεῖν, περιφέρουσα καθ̓ ἕκαστον οἶκον ἡ μήτηρ ἐπεδείκνυ ἔθος γὰρ Ἴβηρσι τοῦτο ποιεῖν, ἵν̓ εἴ τις εὑρεθείη τοῦ νοσήματος ἰατρὸς, εὐπόριστος γένηται τοῖς κάμνουσιν ἡ τοῦ πάθους ἀπαλλαγή. Ἐπεὶ δὲ μηδαμοῦ θεραπευθὲν καὶ παρὰ τὴν αἰχμάλωτον ἐκομίσθη τὸ παιδίον, Φαρμάκων μὲν, ἔφη, οὔτε χρηστῶν οὔτε ἐπιπλάστων εἴδησιν ἢ πεῖραν ἔχω: πιστεύω δὲ τὸν Χριστὸν ὃν σέβω, τὸν ἀληθινὸν καὶ μέγαν Θεὸν, σωτῆρα τοῦ σοῦ παιδὸς γενέσθαι, ὦ γύναι. Παραχρῆμά τε ὑπὲρ αὐτοῦ εὐξαμένη, τῆς νόσου ἀπήλλαξεν αὐτὸν, ὅσον οὔπω τεθνήξεσθαι προσδοκώμενον. Οὐ πολλῷ δὲ ὕστερον, καὶ τὴν γαμετὴν τοῦ κρατοῦντος τοῦ ἔθνους ἀνιάτῳ πάθει διόλλυσθαι μέλλουσαν, τῷ ἴσῳ τρόπῳ διέσωσε: καὶ τὴν τοῦ Χριστοῦ γνῶσιν ἐπαίδευσεν: ὑγείας ταμίαν, καὶ ζωῆς, καὶ βασιλείας, καὶ πάντων κύριον αὐτὸν εἰσηγουμένη. Καὶ ἡ μὲν, τῇ πείρᾳ τοῦ ἐπ’ αὐτῇ συμβεβηκότος ἀληθεῖς εἶναι πιστεύσασα τοὺς τῆς αἰχμαλώτου λόγους, τὴν Χριστιανῶν θρησκείαν ἐπρέσβευε,