Ancient Greek
2.9.9 to 2.9.10
Sozomenus, Historia ecclesiastica 2.9.9-10
Not analysed yet
Σαβώρης δὲ πρὸς τὸ παράδοξον τῆς μεταβολῆς τοῦ εὐνούχου τεθηπὼς, ἔτι μᾶλλον ἐχαλέπαινε τοῖς Χριστιανοῖς, ὡς γοητείαις τοιάδε κατορθοῦσι. Φειδοῖ δὲ τῇ περὶ τὸν πρεσβύτην, πῆ μὲν πρᾷος πῆ δὲ ἀπηνὴς φαινόμενος, παντὶ σθένει μεταπείθειν αὐτὸν ἐπειρᾶτο. Ὡς δὲ οὐδὲν ἤνυεν, ἰσχυριζομένου Οὐσθαζάνου μήποτε τοσοῦτον εὐήθη ἔσεσθαι, ὡς ἀντὶ τοῦ πάντων δημιουργοῦ Θεοῦ τὰ πρὸς αὐτοῦ δεδημιουργημένα σέβειν, τότε δὴ πρὸς ὀργὴν κινηθεὶς, προσέταξεν αὐτοῦ ξίφει τὴν κεφαλὴν ἀποτμηθῆναι. Ἐπὶ τοῦτο δὲ ἀγόμενος παρὰ τῶν δημίων, ἐπισχεῖν μικρὸν αὐτῶν ἐδεήθη, ὡς περί του βασιλεῖ δηλώσων.