Ancient Greek · ~5 min
3.10.2 to 3.10.6
Sozomenus, Historia ecclesiastica 3.10.2-6
Not analysed yet
Τὰ δὲ ἐν Τύρῳ καὶ ἐν τῷ Μαρεώτῃ μὴ ἐν δίκῃ πεπράχθαι κατὰ Ἀθανασίου: κατηγορεῖν δὲ τῶν μὲν, τὴν κατὰ Ἀρσένιον συκοφαντίαν: τῶν δὲ ἐν τῷ Μαρεώτῃ, τὴν Ἀθανασίου ἀπουσίαν: ἐφ̓ ἅπασι δὲ, τὸ αὔθαδες τῶν γραμμάτων ἐμέμφετο. Καὶ ἐκ τούτων δὲ καὶ ἐκ πάντων ἀνελογίζετο χρῆναι βοηθεῖν Ἀθανασίῳ καὶ Παύλῳ: μετ̓ οὐ πολὺ γὰρ καὶ αὐτὸς εἰς Ἰταλίαν παραγενόμενος, τὰ κατ̓ αὐτὸν ἀπωδύρετο. Ἐπεὶ δὲ ἐξ ὧν ἔγραφε περὶ αὐτῶν τοῖς ἀνὰ τὴν ἕω ἱερεῦσιν οὐδὲν ἤνυε, δῆλα τὰ κατ̓ αὐτοὺς ἐποίησε Κώνσταντι τῷ βασιλεῖ. Ὁ δὲ Κωνσταντίῳ τῷ ἀδελφῷ ἔγραψε, πέμψαι τινὰς τῶν ἀπὸ τῆς ἕω ἐπισκόπων, ἀπολογησομένους περὶ τῆς αὐτῶν καθαιρέσεως. Καὶ αἱροῦνται ἐπὶ τούτῳ τρεῖς, Νάρκισσος ὁ Εἰρηνοπόλεως τῆς Κιλικίας ἐπίσκοπος, καὶ Θεόδωρος ὁ Ἡρακλείας τῆς Θρᾴκης, καὶ Μάρκος ὁ Ἀρεθούσης τῆς Συρίας. Καὶ παραγενόμενοι εἰς Ἰταλίαν, τοῖς ὑπ’ αὐτῶν πεπραγμένοις ἰσχυρίζοντο, καὶ τὸν βασιλέα πείθειν ἐπειρῶντο, δικαίαν εἶναι τῆς ἀνατολικῆς συνόδου τὴν κρίσιν. Ἀπαιτούμενοι δὲ λέγειν ὅπως πιστεύσωσι, τὴν μὲν ἐκτεθεῖσαν παῤ αὐτῶν ἐν Ἀντιοχείᾳ ἀπεκρύψαντο: ἑτέραν δὲ ἔγγραφον ὁμολογίαν ἐκδεδώκασι, καὶ οὕτως ἀπᾴδουσαν τῆς ἐν Νικαίᾳ δοκιμασθείσης. Συνιδὼν δὲ Κώνστας ὡς ἀδίκως ἐπεβούλευσαν τοῖς ἀνδράσιν, οὐκ ἐγκλημάτων ἕνεκεν οὐδὲ βίου ἀποστρεφόμενοι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς αἱ καθαιρέσεις εἶχον, ἀλλὰ τῆς περὶ τὸ δόγμα διαφωνίας, ἀπέπεμψε τούτους, μὴ πείσαντας περὶ ὧν ἐληλύθεισαν.