# Historia ecclesiastica 3.11.4-6

Sozomenus, Historia ecclesiastica, 3.11.4 to 3.11.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/3.11.4

πόλις δὲ αὕτη Ἰλλυριῶν. Συνελθόντες δὲ πρῶτον εἰς Φιλιππούπολιν τῆς Θρᾴκης οἱ ἀπὸ τῆς ἕω, γράφουσι τοῖς ἀπὸ τῆς δύσεως ἤδη ἐν Σαρδικῇ συνεληλυθόσιν, ἀπώσασθαι τοῦ συνεδρίου καὶ τῆς κοινωνίας τοὺς ἀμφὶ τὸν Ἀθανάσιον, ὡς καθῃρημένους: ἄλλως δὲ μὴ συνιέναι ἔφασαν. Μετὰ δὲ ταῦτα καὶ εἰς Σαρδικὴν παραγενόμενοι, ἰσχυρίζοντο μὴ ἐμβαλεῖν τῇ ἐκκλησίᾳ, συνιόντων τῶν πρὸς αὐτῶν καθῃρημένων. Πρὸς ταῦτα δὲ οἱ ἀπὸ τῆς δύσεως ἀντέγραψαν, ὡς οὐδέποτε τῆς πρὸς αὐτοὺς κοινωνίας ἀπέστησαν, οὔτε νῦν ταύτης ἀναχωρήσουσι: καὶ μάλιστα Ἰουλίου τοῦ Ῥωμαίων ἐπισκόπου τὰ κατ̓ αὐτοὺς ἐξετάσαντος, καὶ μὴ καταγνόντος: παρεῖναι δὲ αὐτοὺς, καὶ ἑτοίμως ἔχειν δικάζεσθαι, καὶ αὖθις ἀπελέγξειν τὰς ἐπαχθείσας αὐτοῖς αἰτίας. Ὡς δὲ παρὰ σφᾶς τοιαῦτα δηλοῦντες οὐδὲν ἤνυον, ἤδη καὶ ὑπερημέρου τῆς κυρίας γενομένης, ἐν ᾗ κρίνειν ἔδει περὶ ὧν συνεληλύθεσαν, τὸ τελευταῖον τοιαῦτα ἔγραψαν ἀλλήλοις, ἐξ ὧν εἰς μείζονα τῆς προτέρας δυσμενείας κατέστησαν.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
