Ancient Greek
3.11.8 to 3.11.9
Sozomenus, Historia ecclesiastica 3.11.8-9
Not analysed yet
Ἐπὶ τούτοις καθεῖλον καὶ Πρωτογένην τὸν Σαρδικῆς ἐπίσκοπον, καὶ Γαυδέντιον: τὸν μὲν ὡς Μαρκέλλου ὑπερμαχοῦντα, πρότερον αὐτοῦ καταψηφισάμενον: τὸν δὲ Γαυδέντιον, ὡς ἐναντία σπουδάσαντα Κυριακῷ ὃν διεδέξατο, καὶ περὶ πολλοῦ ποιούμενον τοὺς πρὸς αὐτῶν καθῃρημένους. Ταῦτα ψηφισάμενοι, τοῖς πανταχοῦ ἐπισκόποις δῆλα ἐποίησαν: ὥστε μήτε προσίεσθαι εἰς κοινωνίαν, μήτε γράφειν αὐτοῖς, μήτε τὰ παῤ αὐτῶν γραφόμενα δέχεσθαι. Περὶ δὲ τοῦ Θεοῦ δοξάζειν ἐκέλευον, ὃν τρόπον ὑφηγεῖτο ἡ τῇ αὐτῶν ἐπιστολῇ ὑποτεταγμένη γραφή: ὁμοουσίου μὲν μνήμην μὴ ποιουμένη: ἀποκηρύττουσα δὲ τοὺς λέγοντας τρεῖς εἶναι Θεοὺς, ἢ τὸν Χριστὸν μὴ εἶναι Θεὸν, ἢ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἢ ἀγέννητον τὸν Υἱὸν, ἢ ὅτι ἦν ποτὲ χρόνος ἢ αἰὼν ὅτε μὴ ἦν.