Ancient Greek · ~5 min
3.13.1 to 3.13.4
Sozomenus, Historia ecclesiastica 3.13.1-4
Not analysed yet
Μετὰ ταύτην τὴν σύνοδον, οὐκέτι ἀλλήλοις ὡς ὁμοδόξοις ἐπεμίγνυντο, οὐδὲ ἐκοινώνουν: οἱ μὲν ἀνὰ τὴν δύσιν, μέχρι Θρᾳκῶν σφᾶς χωρίσαντες: οἱ δὲ ἀνὰ τὴν ἕω, μέχρις Ἰλλυριῶν: τὰ δὲ τῶν ἐκκλησιῶν, ὡς εἰκὸς, ἐν διχονοίαις συγκέχυτο, καὶ ἐν διαβολαῖς ἦν. Εἰ γὰρ καὶ πρότερον περὶ τὸ δόγμα διεφέροντο, ἀλλ̓ οὖν ἀλλήλοις συγκοινωνοῦντες, οὐ μέγα τὸ κακὸν ἐποίουν, καὶ παραπλησίως φρονεῖν ἐνομίζοντο: ὡς ἐπίπαν γὰρ, ἡ μὲν ἀνὰ πᾶσαν τὴν δύσιν ἐκκλησία καθαρῶς διὰ τῶν πατρίων ἰθυνομένη δογμάτων, ἔριδός τε καὶ τῆς περὶ ταῦτα τερθρείας ἀπήλλακτο. Εἰ γὰρ καὶ τὸ τῇδε ὑπήκοον πρὸς τὴν Ἀρείου δόξαν μετάγειν ἐσπούδαζον Αὐξέντιος ὁ Μεδιολάνου ἐπίσκοπος γενόμενος, καὶ Οὐάλης καὶ Οὐρσάκιος οἱ ἐκ Παννονίων, οὐ δή που κατὰ γνώμην αὐτοῖς ἡ σπουδὴ προὐχώρει, προϊσταμένου τοῦ Ῥωμαίων θρόνου, καὶ τῶν ἄλλων ἱερέων ἐπιμελῶς φθάνοντος, καὶ τὰς βλάστας ἐκκόπτοντος τῆς τοιαύτης αἱρέσεως. Τὸ δὲ ἑῷον, εἰ καὶ ἐστασίαζε μετὰ τὴν ἐν Ἀντιοχείᾳ σύνοδον, καὶ πρὸς τὴν ἐν Νικαίᾳ πίστιν περιφανῶς ἤδη διεφέρετο, τὸ μὲν ἀληθὲς, οἶμαι, κατὰ τὴν τῶν πλειόνων γνώμην εἰς τὴν αὐτὴν συνέτρεχε διάνοιαν, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας τὸν Υἱὸν συνωμολόγει. Ἐριστικῶς δὲ πρὸς