Ancient Greek · ~2 min
3.14.15 to 3.14.16
Sozomenus, Historia ecclesiastica 3.14.15-16
Not analysed yet
Πᾶσαν δὲ τὴν συνοικίαν εἰς εἰκοσιτέσσαρα τάγματα διελεῖν, καὶ ἐπονομάσαι ταῦτα τοῖς Ἑλλήνων στοιχείοις: καὶ ὅπως ἔχοι βίου καὶ ἤθους ἑκάστῳ τάγματι τὴν προσηγορίαν ἐφαρμόσαι. Οἷον, ἁπλουστέρους μὲν ἰῶτα ἀποκαλοῦντας, σκολιοὺς δὲ ζ ἢ ξ, καὶ ἄλλους ἄλλως, καθὼς ἐκλαμβάνειν εὐστόχως ἐστὶ πρὸς τὸ σχῆμα τοῦ γράμματος τὴν προαίρεσιν τοῦ τάγματος. Κατὰ τούτους τοὺς νόμους, τοὺς ἰδίους μαθητὰς ἦγεν ὁ Παχώμιος, ἀνὴρ τὰ μάλιστα φιλάνθρωπος, καὶ θεοφιλὴς εἰς ἄγαν, ὡς προειδέναι τὰ ἐσόμενα, καὶ θείοις ἀγγέλοις ὁμιλεῖν πολλάκις. Διέτριβε δὲ ἐν Ταβέννῃ νήσῳ τῆς Θηβαΐδος, ὅθεν Ταβεννησιῶται εἰσέτι νῦν ὀνομάζονται.