Ancient Greek
3.14.26 to 3.14.28
Sozomenus, Historia ecclesiastica 3.14.26-28
Not analysed yet
Ἦν δὲ τὸ μὲν ἦθος σπουδαῖος: σεμνὸς δὲ τὸν λόγον, καὶ μνήμων καὶ ἐπήβολος ἀκριβὴς τῶν ἱερῶν γραφῶν: ἐπὶ τοσοῦτον δὲ θεοφιλὴς ἐγένετο, ὡς ἔτι καὶ νῦν ἐπὶ τῷ αὐτοῦ τάφῳ πολλοὺς ἰᾶσθαι κάμνοντας καὶ δαιμονῶντας: καὶ τόγε παραδοξότατον, παρά τε Κυπρίοις οὗ πρότερον ἐτάφη, καὶ παρὰ Παλαιστινοῖς παῤ οἷς ἐστὶ νῦν. Συμβὰν γὰρ αὐτὸν ἐν Κύπρῳ διατρίβοντα τελευτῆσαι, πρὸς τῶν ἐπιχωρίων ἐκηδεύθη, καὶ ἐν πολλῇ τιμῇ καὶ θεραπείᾳ παῤ αὐτοῖς ἦν. Μετὰ δὲ ταῦτα Ἡσύχας, ὃς εὐδοκιμώτατος ἐγένετο τῶν αὐτοῦ μαθητῶν, κλέψας τὸ λείψανον, διεκόμισεν εἰς Παλαιστίνην, καὶ ἐν τῷ ἰδίῳ μοναστηρίῳ ἔθαψε. Καὶ τὸ ἐξ ἐκείνου, δημοτελῆ καὶ μάλα λαμπρὰν ἐνθάδε ἐτήσιον ἑορτὴν ἄγουσιν οἱ ἐπιχώριοι. Ὧδε γὰρ Παλαιστινοῖς ἔθος γεραίρειν τοὺς παῤ αὐτοῖς ἄνδρας ἀγαθοὺς γενομένους, ὥσπερ ἀμέλει καὶ Αὐρήλιον τὸν Ἀνθηδόνιον, καὶ Ἀλεξίωνα τὸν ἀπὸ Βηθαγάθωνος, καὶ Ἀλαφίωνα τὸν ἀπὸ Ἀσαλέας: οἳ κατὰ τὸν αὐτὸν γενόμενοι χρόνον, ἐπὶ τῆς παρούσης βασιλείας εὐσεβῶς καὶ ἀνδρείως ἐν φιλοσοφίᾳ ἐπολιτεύσαντο, καὶ ταῖς οἰκείαις ἀρεταῖς ἐν ἑλληνιζούσαις ἄγαν ταῖς τῇδε πόλεσι καὶ κώμαις εἰς ἐπίδοσιν ἤγαγον