Ancient Greek · ~2 min
3.14.34 to 3.14.35
Sozomenus, Historia ecclesiastica 3.14.34-35
Not analysed yet
καὶ ἄλλα πλεῖστα νεωτερίζοντας. Ἐκ τούτου δὲ πολλὰς γυναῖκας ἀπατηθείσας καταλιπεῖν τοὺς ἄνδρας: εἶτ̓ ἐγκρατεύεσθαι μὴ δυνηθείσας, μοιχείαν ἁμαρτεῖν: τὰς δὲ, προφάσει θεοσεβείας, τὴν κεφαλὴν ἀποκείρασθαι, καὶ ἀλλοίως ἢ γυναικὶ πρέπει, ἀνδράσι δὲ σύνηθες, ἀμφιέννυσθαι. Διὰ δὴ ταῦτα τοὺς πλησιοχώρους ἐπισκόπους συνελθεῖν ἐν Γάγγραις τῇ μητροπόλει Παφλαγόνων, καὶ ἀλλοτρίους αὐτοὺς ψηφίσασθαι τῆς καθόλου ἐκκλησίας, εἰ μὴ κατὰ τοὺς ὅρους τῆς συνόδου ἕκαστον τῶν εἰρημένων ἀποκηρύξωσιν.