Ancient Greek
3.14.38 to 3.14.39
Sozomenus, Historia ecclesiastica 3.14.38-39
Not analysed yet
ἀρχηγὸν γενέσθαι λόγος. Θρᾴκιοι δὲ καὶ Ἰλλυριοὶ, καὶ ὅσοι τὴν καλουμένην Εὐρώπην οἰκοῦσιν, εἰ καὶ ἀπείρατοι ἔτι μοναχικῶν συνοικιῶν ἦσαν, ἀλλ̓ οὐ παντελῶς φιλοσόφων ἀνδρῶν ἠτύχουν. Ἐγνωρίζετο δὲ τότε παῤ αὐτοῖς Μαρτῖνος, ὃς ἀπὸ Σαβωρίας τῆς Παννονίας ἐπίσημος ἦν τὸ γένος: ἐν ὅπλοις δὲ λαμπρῶς στρατευσάμενος καὶ συνταγματάρχης ἐγένετο. Προτιμήσας δὲ τὸ θεῖον, τὸν φιλόσοφον μετῄει βίον. Διέτριβε δὲ τὰ πρῶτα παῤ Ἰλλυριοῖς: ἐπεὶ δὲ προθύμως ὑπὲρ τοῦ δόγματος ἀγωνιζόμενος τινὰς τῶν ἐνθάδε ἐπισκόπων ἐφώρασε τὰ Ἀρείου φρονοῦντας, ἐπιβουλευθεὶς καὶ πολλάκις δημοσίᾳ τυπτηθεὶς, ἐξηλάθη: καὶ εἰς Μεδιολάνον ἐλθὼν, καθ̓ ἑαυτὸν διέτριβεν. Ὑπεχώρησέ τε ἔνθεν, ἐπιβουλευόμενος παρὰ Αὐξεντίου τοῦ ἐπισκόπου,