# Historia ecclesiastica 3.15.5-7

Sozomenus, Historia ecclesiastica, 3.15.5 to 3.15.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/3.15.5

Ὅν φασι τότε ἐπὶ μαρτυρίᾳ τῆς Ἀθανασίου πίστεως ἐκ τῆς ἐρήμου παραγενόμενον εἰς Ἀλεξάνδρειαν, τάδε πρὸς αὐτὸν εἰπεῖν: Οὐ χαλεπὸν, οὐδὲ λύπης ἄξιον, ὦ Δίδυμε, ὀφθαλμῶν ἀπορεῖν σε, ὧν μέτεστι σαύραις καὶ μυσὶ καὶ τοῖς εὐτελέσι ζώοις: μακάριον δὲ καὶ χαρίεν, ὅτι παραπλησίως ἀγγέλοις τοὺς ὀφθαλμοὺς ἔχεις, δἰ ὧν τρανῶς τὸ θεῖον κατανοεῖς, καὶ τὴν ἀληθῆ γνῶσιν ἀκριβῶς ὁρᾷς. Οὐ μὴν ἀλλὰ καὶ παρὰ Ἰταλοῖς καὶ τοῖς ἀνὰ τόδε τὸ ὑπήκοον οἰκοῦσιν, ἐπὶ ἀρετῇ πατρίων λόγων διέπρεπον Εὐσέβιος καὶ Ἱλάριος ὁ δηλωθείς: οὗ περὶ πίστεως καὶ πρὸς τοὺς ἑτεροδόξους φασὶν εὐδοκίμους φέρεσθαι λόγους. Καὶ Λουκίφερ, ὃν εὑρετὴν γενέσθαι λέγουσι τῆς ὁμωνύμου αἱρέσεως. Ἐν τούτῳ δὲ καὶ Ἀέτιος πρὸς τῶν ἑτεροδόξων ἐθαυμάζετο, διαλεκτικός τις ὢν, καὶ συλλογίζεσθαι ἱκανὸς, καὶ περὶ τὰς ἔριδας τῶν λόγων ἐσχολακὼς, καὶ ἀτεχνῶς ταῦτα σπουδάζων. Ἀμέλει τοι ὡς ῥᾳδίως περὶ Θεοῦ διαλεγόμενος, ἄθεος παρὰ τῶν πολλῶν ὠνομάζετο.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
