Ancient Greek
Book 3, Chapter 16
Sozomenus, Historia ecclesiastica 3.16.11
Not analysed yet
ἐδείπνησεν. Ὅσον δὲ κενῆς ἐκράτει δόξης, ἐντεῦθεν ἰστέον. Ποτὲ ψῆφον ἐπισκοπῆς ἐνηνόχασιν ἐπ’ αὐτόν τινες, καὶ συλλαβεῖν ἐπειρῶντο, ὡς ἐπὶ τὴν χειροτονίαν ἄξοντες: αὐτίκα δὲ αἰσθόμενος, εἰς τὴν ἀγορὰν ἐνέβαλε, καὶ οἷα παραπαίων ἐδείκνυ ἑαυτὸν, ἀτάκτως βαδίζων, καὶ τὴν ἐσθῆτα ἐπισύρων, καὶ δημοσίᾳ ἐσθίων: ἐπεὶ δὲ ἔξω φρενῶν εἶναι νομίσαντες οἱ συλληψόμενοι τῆς ἐπ’ αὐτὸν ὁρμῆς ἀνεκόπησαν, καιρὸν εὑρὼν ἀπέδρασε,