# Historia ecclesiastica 3.16.3-4

Sozomenus, Historia ecclesiastica, 3.16.3 to 3.16.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/3.16.3

ἐπίσης τῷ Σύρος εἶναι θαυμάζεται. Ἀμέλει τοι καὶ Βασίλειος, ὁ τὴν Καππαδοκῶν μητρόπολιν μετὰ ταῦτα ἐπισκοπήσας, ἠγάσθη τὸν ἄνδρα, καὶ τῆς παιδεύσεως ἐθαύμασεν. Ὥστε μοὶ δικαίως καταφαίνεται, κοινῇ παρὰ τῶν τότε παῤ Ἕλλησιν ἐπὶ λόγοις θαυμαζομένων ταύτην τὴν μαρτυρίαν ἀπενέγκασθαι τὸν Ἐφραὶμ, διὰ τῆς τοῦ Βασιλείου φωνῆς ἐξενεχθεῖσαν, ὡς τῶν κατ̓ αὐτὸν πάντων ἐλλογιμώτερος γεγενῆσθαι συνωμολόγηται. Λέγεται δὲ τὰς πάσας ἀμφὶ τὰς τριακοσίας μυριάδας ἐπῶν συγγράψαι, καὶ μαθητὰς ἐσχηκέναι πολλοὺς, σπουδῇ τὴν αὐτοῦ παίδευσιν ζηλώσαντας: ἐπισημοτάτους δὲ Ἀββᾶν, καὶ Ζηνόβιον, Ἁβραάμ τε καὶ Μαρᾶν καὶ Συμεῶνα: ἐφ̓ οἷς μέγα αὐχοῦσιν Σύρων παῖδες, καὶ ὅσοι τὴν παῤ αὐτοῖς παιδείαν ἠκρίβωσαν. Ἐπίσης δὲ Παυλωνᾶν, καὶ Ἀρανὰδ ἐπαινοῦσιν ἐπὶ εὐγλωττίᾳ:

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
