Ancient Greek · ~3 min
3.20.1 to 3.20.3
Sozomenus, Historia ecclesiastica 3.20.1-3
Not analysed yet
Ὁ δὲ Κώνστας τὰ ἐν Σαρδικῇ γεγενημένα μαθὼν, ἔγραψε τῷ ἀδελφῷ ἀποδοῦναι τοῖς ἀμφὶ τὸν Ἀθανάσιον καὶ Παῦλον τὰς ἑαυτῶν ἐκκλησίας. Ὡς δὲ ἀνεβάλλετο, πάλιν ἔγραψεν, ἢ δέχεσθαι τοὺς ἄνδρας, ἢ πρὸς πόλεμον παρασκευάσασθαι. Κοινωσάμενος δὲ περὶ τούτου Κωνστάντιος τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις, εὔηθες ἐνόμισε τούτου χάριν ἐμφύλιον αἱρεῖσθαι μάχην. Μετακαλεῖται δὲ Ἀθανάσιον ἐκ τῆς Ἰταλίας, δημόσια ὀχήματα δοὺς αὐτῷ πρὸς τὴν ἐπάνοδον, καὶ γράμμασι πολλάκις προτρέψας θᾶττον ἐπανελθεῖν. Ἀθανάσιος δὲ ἐν Ἀκυλίᾳ τότε διάγων, δεξάμενος τὰ Κωνσταντίου γράμματα, ἧκεν εἰς Ῥώμην, τοῖς ἀμφὶ τὸν Ἰούλιον συνταξόμενος. Ὁ δὲ μάλα φιλοφρόνως ἀπέπεμψεν αὐτὸν, ἐπιστολὴν δοὺς πρὸς τὸν Ἀλεξανδρέων κλῆρον καὶ λαὸν, ὡς εἰκὸς τὸν ἄνδρα θαυμάζουσαν, ἐπιδοξότατον τοῖς πολλοῖς κινδύνοις γεγενημένον, καὶ συνηδομένην τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ ἐπὶ τοσούτου ἱερέως ἐπανόδῳ, καὶ τὰ αὐτοῦ φρονεῖν παρακελευομένην.