# Historia ecclesiastica 3.20.6-7

Sozomenus, Historia ecclesiastica, 3.20.6 to 3.20.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/3.20.6

Ὑπολαβὼν δὲ Ἀθανάσιος, Καὶ μάλα, βασιλεῦ, εἶπε, δίκαιον καὶ ἀναγκαῖον τοῖς σοῖς προστάγμασι πείθεσθαι, καὶ οὐκ ἀντερῶ: ἐπεὶ δὲ καὶ ἀνὰ τήνδε τὴν Ἀντιόχειαν πόλιν εἰσὶν οἱ τὴν κοινωνίαν τῶν ἑτεροδόξων ἡμῖν ἀποφεύγοντες, παραπλησίαν αἰτῶ χάριν, ὥστε καὶ αὐτοὺς μίαν ἔχειν ἐκκλησίαν, καὶ ἀδεῶς ἐν ταύτῃ συνιέναι. Δίκαια δὲ λέγειν Ἀθανάσιον τοῦ βασιλέως δοκιμάσαντος, ἄμεινον ἐφάνη τοῖς ἀπὸ τῆς ἑτέρας αἱρέσεως ἡσυχίαν ἄγειν, λογιζομένοις ὡς οὐ πάντως τὰ τῆς οἰκείας δόξης ἐπίδοσιν ἕξει παρὰ Ἀλεξανδρεῦσι δἰ αὐτὸν Ἀθανάσιον, ἱκανὸν ὄντα τοὺς ὁμοφρονοῦντας ἀσφαλῶς ἔχειν, καὶ τοὺς ἐναντίους ἐπάγεσθαι: παρὰ δὲ Ἀντιοχεῦσιν εἰ τοῦτο γένοιτο, πρῶτον μὲν συγκροτηθήσεσθαι τοὺς Εὐσταθίου ἐπαινέτας πολλοὺς ὄντας:

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
