Ancient Greek · ~3 min
3.7.8 to 3.7.9
Sozomenus, Historia ecclesiastica 3.7.8-9
Not analysed yet
Τρέπει δὲ τὴν ὀργὴν ἐπὶ Παῦλον, καὶ τῆς πόλεως ἀπελαθῆναι προσέταξεν αὐτόν. Οὐ μὴν ἀλλὰ καὶ πρὸς Μακεδόνιον ἐχαλέπαινεν, ὡς τῆς ἀναιρέσεως τοῦ στρατηγοῦ καὶ ἑτέρων πολλῶν αἴτιον: καὶ ὅτι πρὶν αὐτὸν ἐπιτρέψαι, ἐχειροτονήθη. Οὔτε δὲ ἐπιψηφισάμενος τῇ αὐτοῦ χειροτονίᾳ, οὔτε ἀποχειροτονήσας, καταλιπὼν οὕτως ἀνέστρεψεν εἰς Ἀντιόχειαν. Ἐν τούτῳ δὲ οἱ τῆς Ἀρείου δόξης σπουδασταὶ μετέστησαν Γρηγόριον, ὡς ἀμελῆ πρὸς σύστασιν τοῦ οἰκείου δόγματος, καὶ Ἀλεξανδρεῦσιν ἀκαταθύμιον διὰ τὰ συμβάντα τῇ πόλει χαλεπὰ περὶ τὴν αὐτοῦ εἴσοδον, καὶ τὸν ἐμπρησμὸν τῆς ἐκκλησίας. Ἀντὶ δὲ τούτου πέμπεται Γεώργιος, ὃς τὸ μὲν γένος ἦν Καππαδόκης: ὡς δραστήριος δὲ ἐθαυμάζετο, καὶ περὶ τοῦτο τὸ δόγμα σπουδαῖος.