Ancient Greek
Book 3, Chapter 8
Sozomenus, Historia ecclesiastica 3.8.3
Not analysed yet
ἑκάστῳ τὴν ἰδίαν ἐκκλησίαν ἀπέδωκε. Καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε, μεμφόμενος ὡς οὐκ ὀρθῶς βουλευσαμένοις περὶ τοὺς ἄνδρας, καὶ τὰς ἐκκλησίας ταράττουσι, τῷ μὴ ἐμμένειν τοῖς ἐν Νικαίᾳ δόξασιν. Ὀλίγους δὲ ἐκ πάντων εἰς ῥητὴν ἡμέραν παρεῖναι ἐκέλευσε, διελέγξοντας δικαίαν ἐπ’ αὐτοῖς ἐνηνοχέναι τὴν ψῆφον: ἢ τοῦ λοιποῦ οὐκ ἀνέξεσθαι ἠπείλησεν, εἰ μὴ παύσοιντο νεωτερίζοντες. Καὶ ὁ μὲν τάδε ἔγραψεν.