Ancient Greek
Book 3, Chapter 9
Sozomenus, Historia ecclesiastica 3.9.4
Not analysed yet
προκαταλαβεῖν ἐσπούδασαν. Ἐπεὶ δὲ πρὸς ταῖς θύραις τῆς ἐκκλησίας ἐγένετο ὁ ὕπαρχος, σὺν αὐτῷ δὲ καὶ Μακεδόνιος, τὸ δὲ πλῆθος, ὅπως αὐτοῖς πάροδος γένηται πρὸς τῶν στρατιωτῶν ὠθούμενον, ὑποχωρεῖν οὐκ ἠδύνατο, τοῦ πρόσω σεσαγμένου, ὑπολαβόντες οἱ στρατιῶται ἑκοντὶ μὴ εἴκειν τὸν ὄχλον, πολλοὺς τοῖς ξίφεσι διεχειρίσαντο: πολλοὶ δὲ καὶ ὑπ’ ἀλλήλων πατούμενοι διεφθάρησαν. Τὸ δὲ βασιλεῖ δόξαν οὕτως ἐγένετο, καὶ τὰς ἐκκλησίας παρέλαβε Μακεδόνιος.