Ancient Greek
4.10.1 to 4.10.2
Sozomenus, Historia ecclesiastica 4.10.1-2
Not analysed yet
Ἔοικε δὲ μηδὲ προσήκειν ἀπιστεῖν, ὡς θεοφιλὴς ὅδε ἀνὴρ ὑπῆρχε, καὶ τρανῶς προεώρα τὸ μέλλον. Θαυμαστότερα γὰρ ἢ κατὰ τὰ προειρημένα περὶ αὐτοῦ παρειλήφαμεν, ἀκριβεστάτην ἐπιμαρτυροῦντα αὐτῷ τῶν ἐσομένων εἴδησιν. Οὕτω γοῦν ἡνίκα τὸ πρῶτον, ἔτι Κώσταντος περιόντος, κακουργεῖν αὐτὸν ἐβούλετο ὁ βασιλεὺς, φυγὰς γενόμενος παρά τινι τῶν γνωρίμων ἐκρύπτετο: καὶ ἐπὶ πολλῷ χρόνῳ διέτριβεν ἐν μυχῷ γῆς καὶ ἀνηλίῳ οἰκήματι, ὃ ταμιεῖον τὸ πρὶν ὑδάτων ἐτύγχανε. Συνῄδει δὲ οὐδεὶς ἢ παῤ οἷς ἐλάνθανε, καὶ θεράπαινα τούτῳ πιστὴ δοκοῦσα, ὡς ἂν αὐτῷ διακονοίη.