Ancient Greek
4.12.2 to 4.12.3
Sozomenus, Historia ecclesiastica 4.12.2-3
Not analysed yet
Ἐκβληθείς τε τῆς αὐτῶν ἐκκλησίας, ἐσκήπτετο παραιτεῖσθαι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς Ἀρείῳ κεκοινωνηκότας μὴ δέον: Ὅτι, φησὶν, ἐπιώρκησεν, ἡνίκα μεταμεληθεὶς ὀμώμοκε Κωνσταντίνῳ τῷ βασιλεῖ, συνῳδὰ φρονεῖν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσι. Καὶ τὰ μὲν ὧδε λέγεται. Ἔτι δὲ τοῦ βασιλέως ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ διάγοντος, ἀγγέλλεται τετελευτηκέναι Λεόντιος ὁ Ἀντιοχείας ἐπίσκοπος. Ὡς φυλακῆς δὲ προσδεομένης τῆς ἐνθάδε ἐκκλησίας, ἐδεήθη τοῦ βασιλέως Εὐδόξιος ἐπανελθεῖν εἰς Συρίαν.