Ancient Greek
4.12.5 to 4.12.7
Sozomenus, Historia ecclesiastica 4.12.5-7
Not analysed yet
Ὡς οὖν ἐκράτησε τῆς Ἀντιοχέων ἐκκλησίας, παρρησίας λαβόμενος, περιφανῶς ἤδη προΐστατο τῆς τοιαύτης αἱρέσεως. Καὶ συνελθὼν ἐν Ἀντιοχείᾳ ἅμα τοῖς τὰ τοιαῦτα φρονοῦσιν, ὧν ἦσαν καὶ Ἀκάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης ἐπίσκοπος, καὶ Οὐράνιος ὁ Τύρου: ὃς μετὰ τοῦ ὁμοιοουσίου καὶ τὸ ὁμοούσιον ὄνομα ἠθέτει, πρόφασιν ποιούμενος ὡς καὶ οἱ ἀνὰ τὴν δύσιν ἐπίσκοποι ταῦτα ἐψηφίσαντο. Ὅσιος γὰρ ἅμα τισὶ τῶν ἐνθάδε ἱερέων, ἐπὶ καταλύσει τῆς Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμανίου φιλονεικίας, βιασθεὶς ἐν Σιρμίῳ, ὡς εἴρηται, συνεχώρησε μήτε ὁμοούσιον μήτε ὁμοιούσιον λέγειν: ὡς μηδὲ ταῖς ἱεραῖς γραφαῖς ἐγνωσμένων τῶν ὀνομάνων, καὶ ὑπὲρ νοῦν ἀνθρώπων ὂν, οὐσίαν Θεοῦ πολυπραγμονεῖν. Ὡς κατωρθωκόσι δὲ περὶ τούτου τὰ Ὁσίου γράμματα, πρὸς αὐτοὺς ἐπιστολὴν διεπέμψαντο, Οὐάλεντι καὶ Οὐρσακίῳ καὶ Γερμανίῳ χάριν ὁμολογοῦντες, καὶ τοῦ ὀρθῶς δοξάζειν τοὺς ἐν τῇ δύσει τὰς ἀφορμὰς αὐτοῖς ἀνατιθέντες.