# Historia ecclesiastica 4.13.1-3

Sozomenus, Historia ecclesiastica, 4.13.1 to 4.13.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/4.13.1

Ἐπεὶ δὲ ὧδε ἐνεωτέριζεν Εὐδόξιος, καὶ πολλοὶ τῆς Ἀντιοχέων ἐκκλησίας ἐναντιούμενοι αὐτῷ ἐξηλάθησαν: γράμματα λαβόντες Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου, παρεγένοντο εἰς Ἄγκυραν τῆς Γαλατίας. Ἔτυχε γὰρ Βασίλειος ἐπὶ καθιερώσει ἧς ἐδείματο ἐκκλησίας συγκαλέσας πολλοὺς τῶν πλησιοχώρων ἐπισκόπων, οἷς ἀπέδωκεν τὴν Γεωργίου ἐπιστολήν. Ἔχει δὲ ὧδε. Κυρίοις τιμιωτάτοις, Μακεδονίῳ, Βασιλείῳ, Κεκροπίῳ, Εὐγενίῳ, Γεώργιος ἐν Κυρίῳ χαίρειν. Τὸ Ἀετίου ναυάγιον σχεδόν που πᾶσαν κατείληφε τὴν Ἀντιοχέων. Τοὺς γὰρ παῤ ὑμῖν ἀτιμαζομένους μαθητὰς τοῦ δυσωνύμου Ἀετίου πάντας καταλαβὼν Εὐδόξιος, εἰς κληρικοὺς προβάλλεται, ἐν τοῖς μάλιστα τετιμημένοις ἔχων τὸν αἱρετικὸν Ἀέτιον. Καταλάβετε οὖν τὴν τηλικαύτην πόλιν, μὴ τῷ ναυαγίῳ αὐτῆς καὶ ἡ οἰκουμένη παρασυρῇ. Καὶ εἰς ταυτὸν γενόμενοι, ὅσους καὶ γενέσθαι ἐγχωρεῖ, παρὰ τῶν ἄλλων ἐπισκόπων ὑπογραφὰς ἀπαιτήσατε: ἵνα καὶ Ἀέτιον ἐκβάλῃ τῆς Ἀντιοχέων ἐκκλησίας Εὐδόξιος, καὶ τοὺς αὐτοῦ μαθητὰς ὄντας, προχειρισθέντας εἰς κανόνας, ἐκκόψῃ. Ἢ ἐὰν ἐπιμείνῃ μετὰ Ἀετίου ἀνόμοιον καλῶν, καὶ τοὺς τοῦτο τολμῶντας λέγειν τῶν μὴ λεγόντων προτιμῶν, οἴχεται ὑμῖν, ὡς φθάσας ἔφην, τέως ἡ Ἀντιοχέων.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
