Ancient Greek · ~2 min
4.13.5 to 4.13.6
Sozomenus, Historia ecclesiastica 4.13.5-6
Not analysed yet
Καὶ αἱροῦνται περὶ τούτου πρεσβεύειν πρὸς βασιλέα, αὐτός τε Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος, καὶ Εὐστάθιος ὁ Σεβαστείας, καὶ Ἐλεύσιος ὁ Κυζίκου, καὶ Λεόντιος πρεσβύτερος ἐκ θαλαμηπόλου βασιλικοῦ. Ὡς δὲ ἀφίκοντο εἰς τὰ βασίλεια, καταλαμβάνουσιν Ἀσφάλιον πρεσβύτερον ἐξ Ἀντιοχείας, εἰς ἄγαν σπουδαστὴν τῆς Ἀετίου αἱρέσεως, ἤδη πράξαντα ἐφ̓ ᾧ παρεγένετο, καὶ γράμματα παρὰ βασιλέως κομισάμενον, ἐκδημεῖν μέλλοντα. Καταμηνυθείσης δὲ τῆς αἱρέσεως διὰ τῶν ἐξ Ἀγκύρας πρέσβεων, καταψηφίζεται Κωνστάντιος τῶν ἀμφὶ τὸν Εὐδόξιον: καὶ ἀνακομίζεται παρὰ Ἀσφαλίου τὴν ἰδίαν ἐπιστολήν: γράφει δὲ τάδε.