# Historia ecclesiastica 4.14.2-5

Sozomenus, Historia ecclesiastica, 4.14.2 to 4.14.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/4.14.2

Εἶναι δὲ λόγος περὶ αὐτοὺς ἀγύρτας τινὰς καὶ σοφιστὰς, οὓς οὐδὲ ὀνομάζειν θέμις: ἐργαστήριον πονηρὸν τὸ δυσσεβέστατον. Πάντως που καὶ αὐτοὶ συνίετε τὸ σύστημα. Πάντως ἐκ τῶν λόγων τὸν Ἀέτιον γνωρίζετε, καὶ τοὺς περὶ τὴν αἵρεσιν ταύτην ἐσχολακότας: οἷς ἓν μόνον τοῦτο ἔργον ἐστὶ, τὸ διαφθείρειν τὰ πλήθη. Ἀλλ̓ οἱ κομψοὶ καὶ πρὸς πάντα εὔτολμοι, ἤδη τὶ τοιοῦτον πρός τινας ἐνεανιεύσαντο, ὅτι χαίροιμεν αὐτῶν τῇ χειροτονίᾳ, ἣν ἑαυτοὺς ἐχειροτόνησαν. Ταῦτα παῤ ἐκείνων μὲν ᾅδεται, τῶν τὰ τοιαῦτα θρυλεῖν εἰωθότων. Ἔστι δ̓ οὐδ̓ ὅλως ποθεν, οὐδ̓ ἐγγύς. Καί μοι τῶν πρώτων ἀναμνήσθητε λόγων, ὅτε περὶ πίστεως ἐσκοποῦμεν: ἐν οἷς ὁ σωτὴρ ἡμῶν ἀπεδείκνυτο ὁ υἱὸς τοῦ θεοῦ, καὶ κατ̓ οὐσίαν ὅμοιος τῷ πατρί. Ἀλλ̓ οἱ γενναῖοι καὶ περὶ τοῦ κρείττονος λέγοντες εὐχερῶς τὰ παριστάμενα, ἐς τοσοῦτον προῆλθον ἀθεΐας, ὥστε καὶ ἄλλα τινὰ παρὰ τὰ ὄντα νομίζειν, καὶ τοὺς ἄλλους πειρᾶσθαι διδάσκειν. Οἷς ὅτι μὲν εἰς κεφαλὴν τρέψεται, πάνυ πεπιστεύκαμεν. Ἀρκέσει δὲ τέως εἵργεσθαι συνόδων αὐτοὺς καὶ συλλόγου κοινοῦ. Μὴ γὰρ δὴ εἰπεῖν προαχθείην ἐν τῷ παρόντι, ὅσα μικρὸν ὕστερον ἐκεῖνοι πείσονται, ἢν μὴ τῆς λύσσης ταύτης ἀπόσχοιντο.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
