# Historia ecclesiastica 4.16.4-9

Sozomenus, Historia ecclesiastica, 4.16.4 to 4.16.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/4.16.4

Οὐ μετρίως δὲ τοὺς εὖ φρονοῦντας τῶν ἐπισκόπων ἐλύπει τὸ συμβὰν, καθότι καὶ ἐκκλησία μεγαλοπρεπῶς οἰκοδομουμένη κατεσείσθη, καὶ πρόφασις ἐγένετο τοῖς ἀπεχθανομένοις πρὸς τὴν θρησκείαν, ἀγγεῖλαι τῷ βασιλεῖ, ὡς ἐπισκόπων πλῆθος καὶ ἀνδρῶν καὶ παίδων καὶ γυναικῶν ἀπώλετο, προσφυγόντων τῇ ἐκκλησίᾳ ἐπ’ ἐλπίδι τοῦ ἐνθάδε σωθήσεσθαι. Οὐκ ἀληθῶς δὲ ταῦτα εἶχε: δευτέρᾳ γὰρ ὥρᾳ οὐ συναξίμου ἡμέρας, ὁ σεισμὸς ἐνέσκηψεν. Ἐπισκόπων δὲ μόνος Κεκρόπιος ὁ Νικομηδείας αὐτῆς, καὶ ἄλλος ἀπὸ Βοσπόρου τῆς ἐκκλησίας ἔξωθεν κατελείφθησαν. Ἐν ἀκαριαίῳ τε χρόνῳ κατασεισθείσης τῆς πόλεως, οὐδὲ ἐνεδέχετο δύνασθαι τοὺς θέλοντας ἄλλῃ καταφυγεῖν: ἀλλ̓ ἐν τῇ πρώτῃ πείρᾳ τοῦ κινδύνου ὡς ἐπίπαν ὅπη ἔτυχεν ἕκαστος ἑστὼς, ἢ ἐσώθη, ἢ ἀπώλετο. Λέγεται δὲ πρὶν γενέσθαι ταύτην τὴν συμφορὰν, προϊδεῖν Ἀρσάκιον: ὃς τὸ μὲν γένος Πέρσης ἦν: ἀπὸ στρατιώτου δὲ θηροκόμου τῶν βασιλικῶν λεόντων, οὐκ ἄσημος τῶν ἐπὶ Λικινίου ὁμολογητὴς ἐγένετο: καὶ τὴν στρατείαν καταλιπὼν, ἐν τῇ ἄκρᾳ Νικομηδείας, ἐντὸς τοῦ τείχους κατῴκει φιλοσοφῶν. Ἔνθα δὴ προφανεῖσα αὐτῷ θεία ὄψις, ἐκέλευσεν ἐξιέναι τῆς πόλεως, ὡς πεισομένης ἅπερ ὕστερον ἔπαθεν. Ἐκ τούτου τε σπουδῇ καταλαβὼν τὴν ἐκκλησίαν, ἐνετείλατο τοῖς κληρικοῖς ἐπιμελῶς ἱκετεῦσαι τὸν Θεὸν, καὶ ἱλαστηρίους ἐπιτελέσαι λιτὰς ἐπὶ λύσει τῆς ἀπειληθείσης ὀργῆς. Ὡς δὲ οὐκ ἔπεισε, καὶ γελοῖος ἐδόκει, ἀπροσδόκητα μηνύων πάθη, ἀνέστρεψεν ἐπὶ τὸν πῦργον, καὶ πρηνὴς καταπεσὼν ηὔχετο. Ἐν τούτοις δὲ τοῦ σεισμοῦ ἐπισκήψαντος, οἱ μὲν πλείους ἀπώλοντο: οἱ δὲ περιλειφθέντες, εἰς τοὺς ἀγροὺς καὶ τὴν ἔρημον ἔφυγον. Ὡς γὰρ ἐν εὐδαίμονι καὶ μεγάλῃ πόλει, καθ̓ ἑκάστην οἰκίαν πῦρ ἡμμένον ἐτύγχανεν ἐν χυτροπόδοις καὶ πνιγεῦσι, καὶ καμίνοις βαλανείων τε καὶ τῶν ὅσοι περὶ τὰς ἐμπύρους τέχνας πονοῦσιν: ἐρειπομένων τε τῶν ὀρόφων, περικλεισθεῖσα ταῖς ὕλαις ἡ φλὸξ, ἀναμεμιγμένων ὡς εἰκὸς φρυγάνων, καὶ τῶν ὅσα ἐλαιώδη ἐστὶ,

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
