Ancient Greek
4.17.4 to 4.17.5
Sozomenus, Historia ecclesiastica 4.17.4-5
Not analysed yet
Ἔλεγον δὲ ταύτην καὶ βασιλέα ἐπαινέσαι: χρῆναι δὲ καὶ τὴν σύνοδον ἀναγκαίως προσίεσθαι, μηδὲν τοῦ λοιποῦ πολυπραγμονοῦσαν τῆς ἑκάστου ἐννοίας, ἵνα μὴ διχόνοιαι καὶ στάσεις γίνωνται, διαλέξει καὶ ἀκριβεῖ βασάνῳ παραδιδομένων τῶν ὀνομάτων: ἄμεινον γὰρ εἶναι, ἀμαθέστερον διαλεγομένους, ὀρθῶς περὶ Θεοῦ δοξάζειν, ἢ καινότητας ὀνομάτων ἐπεισάγειν, διαλεκτικῆς τερθρείας συγγενεῖς. Ὑπῃνίττοντο δὲ, μᾶλλον καὶ φανερῶς διέβαλλον τὸ ὁμοούσιον ὄνομα, ὡς ἄγνωστον ταῖς ἱεραῖς γραφαῖς, καὶ τοῖς πολλοῖς ἀσαφές: ἀντὶ δὲ τούτου, ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι λέγειν τὸν Υἱὸν κατὰ τὰς θείας γραφάς.