Ancient Greek · ~3 min
4.17.7 to 4.17.9
Sozomenus, Historia ecclesiastica 4.17.7-9
Not analysed yet
Ἀποφυγόντων δὲ τὴν πρότασιν Οὐρσακίου καὶ Οὐάλεντος, Γερμηνίου τε καὶ Αὐξεντίου, καὶ Δημοφίλου, καὶ Γαΐου, ἐκέλευσεν ἡ σύνοδος ἀναγνωσθῆναι τὴν ἔκθεσιν τῶν ἄλλων αἱρέσεων, καὶ τῶν ἐν τῇ Νικαίᾳ συνεληλυθότων: ὥστε τὰς μὲν ἄλλας ἀποκηρῦξαι αἱρέσεις, ἐπιψηφίσασθαι δὲ τοῖς ἐν Νικαίᾳ δεδογμένοις, καὶ περὶ τῶν αὐτῶν τοῦ λοιποῦ μηδένα ἐγκαλεῖν ἢ σύνοδον αἰτεῖν, ἀλλ̓ ἀρκεῖσθαι τοῖς φθάσασιν. Ἄτοπον γὰρ εἶναι, ὡς νῦν ἀρχομένους πιστεύειν, τοιαῦτα συγγράφειν, καὶ τοῦ προλαβόντος χρόνου τὴν παράδοσιν διαβάλλειν, ᾗ κεχρημένοι αὐτοί τε καὶ οἱ πρὸ αὐτῶν, τὰς ἐκκλησίας ἐπετρόπευσαν, ὧν οἱ πλείους ἐν ὁμολογίαις καὶ μαρτυρίοις τὸν βίον μετήλλαξαν. Καὶ οἱ μὲν τάδε προϊσχόμενοι, οὐδὲν ἠξίουν νεωτερίζειν: μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ̓ ἐνισταμένους κρατεῖν ἣν προΐσχοντο πίστιν, καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν ἀνέγνωσαν γραφήν.