Ancient Greek
4.18.3 to 4.18.4
Sozomenus, Historia ecclesiastica 4.18.3-4
Not analysed yet
μέχρι τέλους διατηροῦντες. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη, τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὦν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας: ἥτις ἀντίπαλος μένει καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε: δἰ ἧς, οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι καθῃρέθησαν: ἐν ᾗ ὄντως καὶ προσθεῖναί τι σφαλερὸν, καὶ τὸ ἀφελέσθαι τὶ, ἐπικίνδυνον ὑπάρχει: ὡς εἴπερ τὶ θάτερον γένηται,