Ancient Greek
4.19.4 to 4.19.6
Sozomenus, Historia ecclesiastica 4.19.4-6
Not analysed yet
Τοιαῦτα γράψαντες, καὶ ὡς εἰκὸς ἦν, ἐν ἱκεσίας τάξει καὶ ὀνόματι τὴν ἐπιστολὴν συντάξαντες, ὀλίγον χρόνον ἐπέμειναν: ὡς δὲ οὐδὲν αὐτοῖς ἀντεδήλωσεν, ἐπὶ τὰς αὐτῶν ἀνεχώρησαν πόλεις. Ὡς μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐν Νικαίᾳ δόξασι καὶ οἱ ἐν Ἀριμίνῳ συνελθόντες ἐψηφίσαντο, μαρτυρεῖ τὰ εἰρημένα: ῥητέον δὲ νῦν ὅπως ὕστερον συνῄνεσαν τῇ προκομισθείσῃ γραφῇ παρὰ τῶν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον. Διάφορος δὲ λόγος περὶ τούτου εἰς ἐμὲ ἦλθεν. Οἱ μὲν γάρ φασι, πρόφασιν ὕβρεως βασιλέα ποιησάμενον τὴν παρὰ γνώμην αὐτοῦ ἐξ Ἀριμίνου τῶν ἐπισκόπων ἀποδημίαν, ἐπιτρέψαι Οὐάλεντι καὶ τοῖς σὺν αὐτῷ, ᾗ ἂν θέλωσι τὰς πρὸς δύσιν ἐκκλησίας διοικεῖν, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμίνῳ πίστιν ἐκδιδόναι: τοὺς δὲ ὑπογράφειν ταύτῃ παραιτουμένους ἐκβάλλειν τῶν ἐκκλησιῶν: ἀντὶ δὲ τούτων, ἑτέρους χειροτονεῖν. Ἀδείας δὲ ἐντεῦθεν λαβομένους, βιάσασθαι ταύτῃ τῇ πίστει ὑπογράψαι: πολλοὺς δὲ μὴ πειθομένους διῶξαι τῶν ἐκκλησιῶν, καὶ πρῶτον Λιβέριον τὸν Ῥωμαίων ἐπίσκοπον.