Ancient Greek
4.21.2 to 4.21.3
Sozomenus, Historia ecclesiastica 4.21.2-3
Not analysed yet
Τὸ δὲ ἄλλως ἀπέβη. Τὸ γὰρ ἐκ τοῦ Μαντινείου πλῆθος γενόμενοι, δρεπάναις τε καὶ πελέκεσι, καὶ ἄλλως ᾗ ἔτυχεν, ἕκαστος σφᾶς ὁπλίσαντες, συνέμιξαν τοῖς στρατιώταις. Καρτερᾶς δὲ μάχης γενομένης, πίπτουσι Παφλαγόνων μὲν πλεῖστοι, τῶν δὲ στρατιωτῶν σχεδὸν πάντες. Ἐντεῦθεν ὡς τηλικούτων συμφορῶν αἴτιον ὄντα Μακεδόνιον, πολλοὶ τῶν ἐπιτηδείων ἐμέμφοντο. Ἀποστραφεὶς δὲ καὶ ὁ βασιλεὺς, οὐκέτι ὑγιῶς πρὸς αὐτὸν εἶχεν: ἐπεγένετο γὰρ καὶ μείζονος ἀπεχθείας πρόφασις τοιάδε. Κωνσταντίνου τοῦ βασιλεύσαντος τὴν θήκην ἐβούλετο Μακεδόνιος ἑτέρωθι μεταφέρειν: ἠπείλει γὰρ πτῶσιν ὁ ταύτην καλύπτων οἶκος.